Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.25 Dem. 13.29 (English) >>Dem. 13.32

13.27ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δʼ, ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, σκέψασθʼ εἰ παραπλήσια. οὐ πλείω μὲν χίλια καὶ πεντακόσια τάλαντʼ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δʼ οἵ τʼ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν; 13.28ἀλλὰ νὴ Δία ταῦτα μόνον τότʼ εἶχε βέλτιον νῦν, τὰ δʼ ἄλλα χεῖρον. πολλοῦ γε καὶ δεῖ, ἀλλʼ τι βούλεσθʼ ἐξετάσωμεν. οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν· 13.29τὰς δʼ ἰδίας οἰκίας τῶν ἐν δυνάμει γενομένων οὕτω μετρίας καὶ τῷ τῆς πολιτείας ὀνόματι ἀκολούθους ὥστε τὴν Θεμιστοκλέους καὶ τὴν Κίμωνος καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. 13.30νῦν δʼ, ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτʼ ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλʼ ὑμῖν, εἰ ταῦθʼ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετʼ εἶναι), ἰδίᾳ δʼ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας, οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδʼ ὄναρ ἤλπισαν πώποτε.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.25 Dem. 13.29 (English) >>Dem. 13.32

Powered by PhiloLogic